h1

Η προσευχή για τους αδικημένους ανθρώπους!

06/10/2013

Από το ιστολόγιο Κοινωνικός Εθνικισμός: Η προσευχή γιά τούς αδικημένους ανθρώπους!


Ἰνάτι, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾶς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν; Ἐν τῷ ὑπερηφανεύεσθαι τόν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν διαβουλίοις, οἶς διαλογίζονται. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλός ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καί ὁ ἀδικῶν ἐνευλογεῖται παρώξυνε τόν Κύριον ὁ ἁμαρτωλός κατά τό πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ Θεός ἐνώπιον αὐτοῦ. Βεβηλοῦνται αἵ ὁδοί αὐτοῦ ἐν παντί καιρῶ, ἀνταναιρεῖται τά κρίματά σου ἀπό προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει εἶπε γάρ ἐν καρδία αὐτοῦ οὐ μή σαλευθῶ, ἀπό γενεᾶς εἰς γενεάν ἄνευ κακοῦ. Οὐ ἀρᾶς τό στόμα αὐτοῦ γέμει καί πικρίας καί δόλου, ὑπό τήν γλώσσαν αὐτοῦ κόπος καί πόνος. Ἐγκάθηται ἐνέδρα μετά πλουσίων, ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῶον οἱ ὀφθαλμοί αὐτοῦ εἰς τόν πένηντα ἀποβλέπουσιν ἐνεδρεύει ἐν ἀποκρύφω ὡς λέων ἐν τή μάνδρα αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπᾶσαι πτωχόν, ἁρπᾶσαι πτωχόν ἐν τῷ ἐλκύσαι αὐτόν ἐν τή παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καί πεσεῖται ἐν τῷ αὐτόν κατακυριεῦσαι τῶν πενήτων. Εἶπε γάρ ἐν καρδία αὐτοῦ ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τό πρόσωπον αὐτοῦ ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τό πρόσωπον αὐτοῦ του μή βλέπειν εἰς τέλος. Ἀναστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μή ἐπιλάθη τῶν πενήτων. Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβής τόν Θεόν; Εἶπε γάρ ἐν καρδία αὐτοῦ οὐκ ἐκζητήσει. Βλέπεις, ὅτι σύ πόνον καί θυμόν κατανοεῖς τοῦ παραδοῦναι αὐτούς εἰς χειράς σου σοί ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῶ σύ ἤσθα βοηθός. Συντριψον τόν βραχίονα τοῦ ἁμαρτωλοῦ καί πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καί οὐ μή εὑρεθῆ. Βασιλεύσει Κύριος εἰς τόν αἰώνα καί εἰς τόν αἰώνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γής αὐτοῦ. Τήν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τήν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τό οὖς σου κρίναι ὀρφανῶ καί ταπεινῶ, ἴνα μή προσθῆ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπί τῆς γής.

Advertisements
Αρέσει σε %d bloggers: